Ancient Greek · ~2 min
Book 2, Chapter 42
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.42.2
Not analysed yet
ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων ἀμφοτέροις ἐπικρατούντων τοῖς κέρασιν, ʽεἶχε δὲ τοῦ δεξιοῦ τὴν ἡγεμονίαν αὐτὸς ὁ Ῥωμύλος, τοῦ δὲ ἀριστεροῦ Λοκόμων ὁ Τυρρηνόσʼ τοῦ δὲ μέσου μηδέπω κρίσιν ἔχοντος, ὁ κωλύσας τὴν εἰς τέλος τῶν Σαβίνων ἧτταν καὶ εἰς ἀντίπαλα καταστήσας αὖθις τὰ λειπόμενα τοῖς νικῶσιν εἷς ἀνὴρ ἐγένετο Μέττιος Κούρτιος ὄνομα, ῥώμην τε σώματος πολὺς καὶ κατὰ χεῖρα γενναῖος, μάλιστα δʼ ἐπὶ τῷ μηδένα ὀκνεῖν φόβον ἢ