Ancient Greek · ~2 min
Book 2, Chapter 42
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.42.4
Not analysed yet
τὸ μὲν δὴ κάμνον τῶν Σαβίνων μέρος ἐν τῷ ἴσῳ πάλιν ἦν ἀπελθούσης τῆς μετὰ Ῥωμύλου δυνάμεως, ὁ δὲ κίνδυνος ἅπας περὶ τὸν Κούρτιον καὶ τοὺς σὺν ἐκείνῳ νικῶντας ἐγεγόνει. χρόνον μὲν οὖν τινα οἱ Σαβῖνοι δεξάμενοι τοὺς Ῥωμαίους λαμπρῶς ἠγωνίσαντο, ἔπειτα πολλῶν ἐπʼ αὐτοὺς συνιόντων ἐνέκλινάν τε καὶ διέσωζον ἑαυτοὺς ἐπὶ τὸν χάρακα, πολλὴν τοῦ Κουρτίου παρέχοντος αὐτοῖς εἰς τὸ μὴ διώκεσθαι τεταραγμένως, ἀλλὰ βάδην ἀποχωρεῖν ἀσφάλειαν.