# Ῥωμαϊκὴ Ἀρχαιολογία 2.44.3

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 2, Chapter 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/2.44.3

μᾶλλον ἢ Ῥωμαίοις ἁρμόττειν ὑπελάμβανον· Ῥωμαῖοι δὲ οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῶν Σαβίνων εἰς πολλὴν ἀπορίαν ἐνέπιπτον ὅ τι χρήσαιντο τοῖς πράγμασιν. οὔτε γὰρ ἀποδιδόναι τὰς γυναῖκας ἠξίουν οὔτε κατέχειν· τῷ μὲν ἧτταν ὁμολογουμένην ἀκολουθεῖν οἰόμενοι καὶ ἀναγκαῖόν σφισιν ἐσόμενον πᾶν ὅ τι ἂν ἄλλο ἐπιταχθῶσιν ὑπομένειν, τῷ δὲ πολλὰ καὶ δεινὰ ἐπιδεῖν χωρας τε πορθουμένης καὶ νεότητος τῆς κρατίστης ἀπολλυμένης· περὶ φιλίας τε εἰ διαλέγοιντο πρὸς τοὺς Σαβίνους, οὐδενὸς ὑπελάμβανον τεύξεσθαι τῶν μετρίων διὰ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δʼ ὅτι ταῖς αὐθαδείαις οὐ μετριότης γίνεται πρὸς τὸ ἀντίπαλον ἐπὶ θεραπείας τραπόμενον ἀλλὰ βαρύτης.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
