Ancient Greek
Book 2, Chapter 47
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.47.4
Not analysed yet
Οὐάρρων δὲ Τερέντιος τοῦτʼ αὐτοῖς τὸ μέρος οὐχ ὁμολογεῖ παλαίτερον ἔτι λέγων ταῖς κουρίαις τεθῆναι τὰ ὀνόματα ὑπὸ τοῦ Ῥωμύλου κατὰ τὴν πρώτην τοῦ πλήθους διαίρεσιν τὰ μὲν ἀπʼ ἀνδρῶν ληφθέντα ἡγεμόνων, τὰ δʼ ἀπὸ πάγων· τάς τʼ ἐπὶ τὴν πρεσβείαν ἐξελθούσας γυναῖκας οὐ τριάκοντα εἶναί φησιν, ἀλλὰ πεντακοσίας τε καὶ τριάκοντα τριῶν δεούσας οἴεταί τε οὐδʼ εἰκὸς εἶναι τοσούτων γυναικῶν τιμὴν ἀφελομένους τοὺς βασιλεῖς ὀλίγαις ἐξ αὐτῶν δοῦναι μόναις. ἀλλʼ ὑπὲρ μὲν τούτων οὔτε μηδένα ποιήσασθαι λόγον οὔτε πλείω γράφειν τῶν ἱκανῶν ἐφαίνετό μοι.