Ancient Greek
Book 2, Chapter 5
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.5.5
Not analysed yet
ὡς δέ τινες ἱστοροῦσιν ἐκ παλαιοῦ τε καὶ πρὶν ἢ παρὰ Τυρρηνῶν μαθεῖν τοῖς Ῥωμαίων προγόνοις αἴσιοι ἐνομίζοντο αἱ ἐκ τῶν ἀριστερῶν ἀστραπαί. Ἀσκανίῳ γὰρ τῷ ἐξ Αἰνείου γεγονότι, καθʼ ὃν χρόνον ὑπὸ Τυρρηνῶν, οὓς ἦγε βασιλεὺς Μεσέντιος, ἐπολεμεῖτο καὶ τειχήρης ἦν, περὶ τὴν τελευταίαν ἔξοδον, ἣν ἀπεγνωκὼς ἤδη τῶν πραγμάτων ἔμελλε ποιεῖσθαι, μετʼ ὀλοφυρμοῦ τόν τε Δία καὶ τοὺς ἄλλους αἰτουμένῳ θεοὺς αἴσια σημεῖα δοῦναι τῆς ἐξόδου φασὶν αἰθρίας οὔσης ἐκ τῶν ἀριστερῶν ἀστράψαι τὸν οὐρανόν. τοῦ δʼ ἀγῶνος ἐκείνου λαβόντος τὸ κράτιστον τέλος διαμεῖναι παρὰ τοῖς ἐκγόνοις αὐτοῦ νομιζόμενον αἴσιον τόδε τὸ σημεῖον.