Ancient Greek · ~1 min
Book 2, Chapter 52
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.52.5
Not analysed yet
Τάτιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχε τρία μὲν ἔτη πολεμήσας Ῥωμύλῳ, πέντε δὲ συνάρξας, θάπτεται δʼ εἰς Ῥώμην κομισθεὶς ἐντίμῳ ταφῇ καὶ χοὰς αὐτῷ καθʼ ἕκαστον ἐνιαυτὸν ἡ πόλις ἐπιτελεῖ δημοσίᾳ.