Ancient Greek
Book 2, Chapter 54
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.54.3
Not analysed yet
τρίτος αὐτῷ συνέστη πόλεμος πρὸς ἔθνους Τυρρηνικοῦ τὴν μεγίστην ἰσχὺν ἔχουσαν τότε πόλιν, ἣ καλεῖται μὲν Οὐιοί, ἀπέχει δὲ τῆς Ῥώμης ἀμφὶ τοὺς ἑκατὸν σταδίους, κεῖται δʼ ἐφʼ ὑψηλοῦ σκοπέλου καὶ περιρρῶγος μέγεθος ἔχουσα ὅσον Ἀθῆναι. ἐποιήσαντο δʼ οἱ Οὐιεντανοὶ τοῦ πολέμου πρόφασιν τὴν τῆς Φιδήνης ἅλωσιν καὶ πρέσβεις ἀποστείλαντες ἐκέλευον Ῥωμαίοις ἐξάγειν ἐκ τῆς πόλεως τὴν φρουρὰν καὶ τὴν χώραν, ἣν κατεῖχον ἀφελόμενοι τοὺς Φιδηναίους, ἀποδιδόναι τοῖς ἐξ ἀρχῆς κυρίοις. ὡς δʼ οὐκ ἔπειθον ἐλάσαντες πολλῇ στρατιᾷ πλησίον τῆς Φιδήνης ἐν ἀπόπτῳ τίθενται τὸν χάρακα.