Ancient Greek · ~2 min
2.56.1 to 2.56.2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.56.1-2
Not analysed yet
οὗτοι συνέστησαν οἱ πόλεμοι Ῥωμύλῳ λόγου καὶ μνήμης ἄξιοι. τοῦ δὲ μηδὲν ἔτι τῶν πλησίον ἐθνῶν ὑπαγαγέσθαι ταχεῖα ἡ τελευτὴ τοῦ βίου συμβᾶσα ἔτι ἀκμάζοντι αὐτῷ τὰ πολέμια πράττειν ἐν αἰτίᾳ γενέσθαι ἔδοξε· περὶ ἧς πολλοὶ παραδέδονται λόγοι καὶ διάφοροι. οἱ μὲν οὖν μυθωδέστερα τὰ περὶ αὐτοῦ ποιοῦντες ἐκκλησιάζοντά φασιν αὐτὸν ἐπὶ στρατοπέδου ζόφου κατασκήψαντος ἐξ αἰθρίας καὶ χειμῶνος μεγάλου καταρραγέντος ἀφανῆ γενέσθαι καὶ πεπιστεύκασιν ὑπὸ τοῦ πατρὸς Ἄρεος τὸν ἄνδρα ἀνηρπάσθαι·