Ancient Greek
Book 2, Chapter 57
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.57.2
Not analysed yet
ἐκεῖνοι δʼ οὐχ ἅμα πάντες ἐβασίλευον, ἀλλʼ ἐκ διαδοχῆς ἡμέρας πέντε ἕκαστος, ἐν αἷς τάς τε ῥάβδους εἶχε καὶ τὰ λοιπὰ τῆς βασιλικῆς ἐξουσίας σύμβολα. παρεδίδου δʼ ὁ πρῶτος ἄρξας τῷ δευτέρῳ τὴν ἡγεμονίαν κἀκεῖνος τῷ τρίτῳ καὶ τοῦτʼ ἐγίνετο μέχρι τοῦ τελευταίου. διεξελθούσης δὲ τοῖς πρώτοις δέκα τῆς πεντηκονθημέρου προθεσμίας ἕτεροι δέκα τὴν ἀρχὴν παρελάμβανον καὶ παρʼ ἐκείνων αὖθις ἄλλοι.