Ancient Greek · ~2 min
Book 2, Chapter 59
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.59.3
Not analysed yet
τούτου δʼ ἔτι μεῖζον ἔχω τεκμήριον εἰπεῖν ὑπὲρ τοῦ μὴ συμφωνεῖν τοὺς χρόνους ταῖς παραδεδομέναις ὑπὲρ τοῦ ἀνδρὸς ἱστορίαις, ὅτι καθʼ ὃν χρόνον ὁ Νόμας ἐπὶ τὴν βασιλείαν ἐκαλεῖτο ὑπὸ Ῥωμαίων οὔπω πόλις ἦν ἡ Κρότων· τέτταρσι γὰρ ὅλοις ὕστερον ἔτεσιν ἢ Νόμαν ἄρξαι Ῥωμαίων Μύσκελος αὐτὴν ἔκτισεν ἐνιαυτῷ τρίτῳ τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος. οὔτε δὴ Πυθαγόρᾳ τῷ Σαμίῳ συμφιλοσοφῆσαι τῷ μετὰ τέτταρας ἀκμάσαντι γενεὰς δυνατὸς ἦν τὸν Νόμαν οὔτʼ ἐν Κρότωνι διατρίβειν, ὅτʼ αὐτὸν ἐκάλουν ἐπὶ τὴν βασιλείαν Ῥωμαῖοι, τῇ