Ancient Greek · ~1 min
Book 2, Chapter 59
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.59.5
Not analysed yet
ὅπερ ἐγὼ πεποίηκα νῦν· εἰ μή τις ἄρα Πυθαγόραν ἕτερον ὑποθήσεται πρὸ τοῦ Σαμίου γεγομέναι παιδευτὴν σοφίας, ᾧ συνδιέτριψεν ὁ Νόμας. τοῦτο δʼ οὐκ οἶδʼ ὅπως ἂν ἀποδεῖξαι δύναιτο μηδενὸς τῶν ἀξιολόγων μήτε Ῥωμαίου μήθʼ Ἕλληνος, ὅσα κἀμὲ εἰδέναι, παραδεδωκότος ἐν ἱστορίᾳ. ἀλλὰ περὶ μὲν τούτων ἅλις.