Ancient Greek · ~2 min
Book 2, Chapter 62
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.62.5
Not analysed yet
ἁρμοσάμενος δὲ τὸ πλῆθος ἅπαν ὥσπερ ὄργανον πρὸς ἕνα τὸν τοῦ κοινῇ συμφέροντος λογισμὸν καὶ τῆς πόλεως τὸν περίβολον αὐξήσας τῷ Κυρινείῳ λόφῳ ʽτέως γὰρ ἔτι ἀτείχιστος ἦνʼ τότε τῶν ἄλλων πολιτευμάτων ἥπτετο δύο ταῦτα πραγματευόμενος, οἷς κοσμηθεῖσαν ὑπελάμβανεν τὴν πόλιν εὐδαίμονα γενησεσθαι καὶ μεγάλην· εὐσέβειαν μὲν πρῶτον, διδάσκων τοὺς ἀνθρώπους ὅτι παντὸς ἀγαθοῦ θεοὶ δοτῆρές εἰσι τῇ θνητῇ φύσει καὶ φύλακες, ἔπειτα δικαιοσύνην, διʼ ἣν καὶ τὰ παρὰ τῶν θεῶν ἀπέφαινεν ἀγαθὰ καλὰς τὰς ἀπολαύσεις φέροντα τοῖς κτησαμένοις.