Ancient Greek
Book 2, Chapter 66
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.66.3
Not analysed yet
Ἑστίᾳ δʼ ἀνακεῖσθαι τὸ πῦρ νομίζουσιν, ὅτι γῆ τε οὖσα ἡ θεὸς καὶ τὸν μέσον κατέχουσα τοῦ κόσμου τόπον τὰς ἀνάψεις τοῦ μεταρσίου ποιεῖται πυρὸς ἀφʼ ἑαυτῆς. εἰσὶ δέ τινες οἵ φασιν ἔξω τοῦ πυρὸς ἀπόρρητα τοῖς πολλοῖς ἱερὰ κεῖσθαί τινα ἐν τῷ τεμένει τῆς θεᾶς, ὧν οἵ τε ἱεροφάνται τὴν γνῶσιν ἔχουσι καὶ αἱ παρθένοι, τεκμήριον οὐ μικρὸν παρεχόμενοι τοῦ λόγου τὸ συμβὰν περὶ τὴν ἔμπρησιν τοῦ ἱεροῦ κατὰ τὸν Φοινικικὸν πόλεμον τὸν πρῶτον συστάντα Ῥωμαῖοις πρὸς Καρχηδονίους περὶ Σικελίας.