Ancient Greek
Book 2, Chapter 67
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.67.5
Not analysed yet
ἄλλου τῶν νομίμων οὐδενὸς τυγχάνουσι. πολλὰ μὲν οὖν καὶ ἄλλα δοκεῖ μηνύματα εἶναι τῆς οὐχ ὁσίως ὑπηρετούσης τοῖς ἱεροῖς, μάλιστα δὲ ἡ σβέσις τοῦ πυρός, ἣν ὑπὲρ ἅπαντα τὰ δεινὰ Ῥωμαῖοι δεδοίκασιν ἀφανισμοῦ τῆς πόλεως σημεῖον ὑπολαμβάνοντες, ἀφʼ ἧς ποτʼ ἂν αἰτίας γένηται, καὶ πολλαῖς αὐτὸ θεραπείαις ἐξιλασκόμενοι κατάγουσι πάλιν εἰς τὸ ἱερόν· ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.