Ancient Greek · ~2 min
Book 2, Chapter 74
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 2.74.4
Not analysed yet
τοῦτο δ οὐκ ἐπὶ τῶν ἰδιωτικῶν κατεστήσατο μόνον κτήσεων τὸ δίκαιον, ἀλλὰ καὶ ἐπὶ τῶν δημοσίων, ὅροις κἀκείνας περιλαβών, ἵνα καὶ τὴν Ῥωμαίων γῆν ἀπὸ τῆς ἀστυγείτονος ὅριοι διαιρῶσι θεοὶ καὶ τὴν κοινὴν ἀπὸ τῆς ἰδίας. τοῦτο μέχρι τῶν καθʼ ἡμᾶς χρόνων φυλάττουσι Ῥωμαῖοι μνημεῖα τῆς ὁσίας αὐτῆς ἕνεκα. θεούς τε γὰρ ἡγοῦνται τοὺς τέρμονας καὶ θύουσιν αὐτοῖς ὁσέτη τῶν μὲν ἐμψύχων οὐδὲν ʽοὐ γὰρ ὅσιον αἱμάττειν τοὺς λίθουσʼ πελάνους δὲ