# Ῥωμαϊκὴ Ἀρχαιολογία 2.74.5

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 2, Chapter 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/2.74.5

δημητρίους καὶ ἄλλας τινὰς καρπῶν ἀπαρχάς. ἐχρῆν δὲ καὶ τὸ ἔργον ἔτι φυλάττειν πιστὸν αὐτούς, οὗ χάριν θεοὺς ἐνόμισε τοὺς τέρμονας ὁ Νόμας, ἱκανουμένους τοῖς ἑαυτῶν κτήμασι, τῶν δʼ ἀλλοτρίων μήτε βίᾳ σφετεριζομένους μηδὲν μήτε δόλῳ. νῦν δʼ οὐχ ὡς ἄμεινον οὐδʼ ὡς οἱ πρόγονοι παρέδοσαν ὁρίζουσί τινες ἀπὸ τῶν ἀλλοτρίων τὰ οἰκεῖα, ἀλλʼ ἔστιν αὐτοῖς ὅρος τῶν κτήσεων οὐχ ὁ νόμος, ἀλλʼ ἡ πάντων ἐπιθυμία, πρᾶγμα οὐ καλόν. ἀλλʼ ὑπὲρ μὲν τούτων ἑτέροις παρίεμεν σκοπεῖν.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
