Ancient Greek · ~2 min
Book 3, Chapter 11
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.11.3
Not analysed yet
εἰ δὴ φύσεώς ἐστι νόμος ἄρχειν τῆς ἀποικίας τὴν μητρόπολιν, οὐκ ἂν φθάνοιεν ἀμφοτέροις ἡμῖν Λαουϊνιᾶται τὰ δίκαια τάττοντες; πρὸς μὲν δὴ τὸ πρῶτον ὑμῶν δικαίωμα καὶ πλείστην ἔχον εὐπροσωπίαν ταῦθʼ ἱκανά· ἐπειδὴ δὲ καὶ τοὺς βίους τῶν πόλεων ἀντιπαρεξετάζειν ἀλλήλοις ἐπεχείρεις, ὦ Φουφέττιε, λέγων ὅτι τὸ μὲν Ἀλβανῶν εὐγενὲς ὅμοιον ἀεὶ διαμένει, τὸ δʼ ἡμέτερον ἐξέφθαρται ταῖς ἐπιμιξίαις τοῦ ἀλλοφύλου, καὶ οὐκ ἠξίους ἄρχειν τῶν γνησίων τοὺς νόθους οὐδὲ τῶν αὐθιγενῶν τοὺς ἐπήλυδας, μάθε καὶ κατὰ τοῦτο ἁμαρτάνων μάλιστα τὸ δικαίωμα.