Ancient Greek · ~3 min
Book 3, Chapter 11
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.11.5
Not analysed yet
μάλιστα τὸ πολίτευμα. καὶ τὸ πρᾶγμα ἡμῖν πολλῶν γενόμενον ἀγαθῶν αἴτιον οὔτʼ ἐπίμεμψιν οὔτε μεταμέλειαν ὡς ἡμαρτηκόσι φέρει, ἄρχει τε καὶ βουλεύει καὶ τὰς ἄλλας τιμὰς καρποῦται παρʼ ἡμῖν οὐχ ὁ πολλὰ χρήματα κεκτημένος οὐδὲ ὁ πολλοὺς πατέρας ἐπιχωρίους ἐπιδεῖξαι δυνάμενος, ἀλλʼ ὅστις ἂν ᾖ τούτων τῶν τιμῶν ἄξιος. οὐ γὰρ ἐν ἄλλῳ τινὶ τὴν ἀνθρωπίνην εὐγένειαν ὑπάρχειν νομίζομεν, ἀλλʼ ἐν ἀρετῇ. ὁ δὲ ἄλλος ὄχλος σῶμα τῆς πόλεώς ἐστιν ἰσχὺν καὶ δύναμιν τοῖς βουλευθεῖσιν ὑπὸ τῶν κρατίστων παρεχόμενος. μεγάλη τε ἡμῶν ἡ πόλις ἐκ μικρᾶς καὶ φοβερὰ τοῖς περιοίκοις ἐξ εὐκαταφρονήτου διὰ ταύτην τὴν φιλανθρωπίαν γέγονε, τῆς τε ἡγεμονίας, ὑπὲρ ἧς τῶν ἄλλων Λατίνων οὐδεὶς ἀντιποιεῖται πρὸς ἡμᾶς, τοῦτο Ῥωμαίοις τὸ πολίτευμα ἦρξεν οὗ