Ancient Greek · ~2 min
Book 3, Chapter 12
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.12.3
Not analysed yet
ὁ δὲ Ἀλβανὸς τὸ μὲν ὀλίγοις σώμασι κινδυνεύειν τὰς πόλεις ὀρθῶς ἐνόμιζεν εἰρῆσθαι, περὶ δὲ τῆς ἑνὶ πρὸς ἕνα μάχης διεφέρετο λέγων ὅτι τοῖς μὲν ἡγουμένοις τῶν στρατοπέδων ὅταν ἰδίαν κατασκευάζωνται δυναστείαν καλὸς καὶ ἀναγκαῖός ἐστιν ὁ περὶ τῆς ἀρχῆς πρὸς ἀλλήλους ἀγών, ταῖς δὲ πόλεσιν αὐταῖς ἐπειδὰν ὑπὲρ τῶν πρωτείων διαφέρωνται πρὸς ἀλλήλας οὐ μόνον σφαλερὸς ἀλλὰ καὶ αἰσχρὸς ὁ διὰ μονομαχίας κίνδυνος, ἐάν τε τῆς κρείττονος λάβωνται τύχης ἐάν τε τῆς χείρονος.