Ancient Greek · ~2 min
Book 3, Chapter 13
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.13.4
Not analysed yet
Ὁρατίῳ γάρ τινι Ῥωμαίῳ καὶ Κορατίῳ τὸ γένος Ἀλβανῷ κατὰ τὸν αὐτὸν χρόνον ἐνεγγύησε θυγατέρας διδύμους Σικίνιος Ἀλβανός. τούτοις ἀμφοτέροις αἱ γυναῖκες ἐγκύμονες ἅμα γενόμεναι, τὰς πρωτοτόκους ἐκφέρουσι γονὰς ἄρρενα βρέφη τρίδυμα, καὶ αὐτὰ οἱ γεινάμενοι πρὸς οἰωνοῦ λαβόντες ἀγαθοῦ καὶ πόλει καὶ οἴκῳ τῷ σφετέρῳ τρέφουσιν ἅπαντα καὶ τελειοῦσιν· θεὸς δʼ αὐτοῖς, ὥσπερ κατʼ ἀρχὰς ἔφην, δίδωσι κάλλος τε καὶ ῥώμην καὶ δὴ καὶ ψυχῆς γενναιότητα μηδενὸς τῶν ἄριστα πεφυκότων χείροσι γενέσθαι. τούτοις ἔγνω τοῖς ἀνδράσιν ὁ Φουφέττιος ἐπιτρέπειν τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα καὶ προκαλεσάμενος εἰς λόγους τὸν βασιλέα τῶν Ῥωμαίων λέγει πρὸς αὐτόν·