# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.18.2

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 3, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.18.2

ἐπεὶ δὲ κατεστρατοπεδεύσαντο πλησίον ἀλλήλων μεταίχμιον ποιησάμενοι τὸν διείργοντα τὴν Ῥωμαίων ἀπὸ τῆς Ἀλβανῶν ὅρον, ἔνθα καὶ πρότερον εἶχον ἑκάτεροι τοὺς χάρακας, πρῶτον μὲν ἱερὰ θύσαντες ὤμοσαν ἐπὶ τῶν ἐμπύρων στέρξειν τὴν τύχην, ἣν ἂν ἐκ τῆς μάχης τῶν ἀνεψιῶν ἑκατέρα πόλις ἐξενέγκηται, καὶ φυλάξειν τὰς ὁμολογίας βεβαίους μηδένα προσάγοντες αὐταῖς δόλον αὐτοί τε καὶ γένος τὸ ἐξ αὐτῶν· ἐπεὶ δὲ τὰ πρὸς θεοὺς ὅσια διεπράξαντο, θέμενοι τὰ ὅπλα προῆγον ἐκ τοῦ χάρακος ἀμφότεροι θεαταὶ τῆς μάχης ἐσόμενοι τριῶν ἢ τεττάρων σταδίων τὸ μεταξὺ χωρίον τοῖς ἀγωνιζομένοις καταλιπόντες· καὶ μετʼ οὐ πολὺ παρῆν τούς τε Κορατίους ὁ τῶν Ἀλβανῶν στρατηγὸς ἄγων καὶ τοὺς Ὁρατίους ὁ τῶν Ῥωμαίων βασιλεὺς ὡπλισμένους τε κάλλιστα καὶ τὸν ἄλλον ἔχοντας κόσμον οἷον ἄνθρωποι λαμβάνουσιν ἐπὶ θανάτῳ.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
