Ancient Greek · ~1 min
Book 3, Chapter 19
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.19.4
Not analysed yet
ὀψὲ δʼ οὖν ποτε ὁ πρεσβύτατος τῶν Ἀλβανῶν τῷ πρὸς αὐτὸν ἀντιτεταγμένῳ συμπλέκεται παίων τε καὶ παιόμενος ἄλλας ἐπʼ ἄλλαις πληγὰς καί πως τυγχάνει τοῦ Ῥωμαίου διὰ βουβῶνος ἐνέγκας τὸ ξίφος. ὁ δὲ τοῖς τε ἄλλοις τραύμασι κεκαρωμένος ἤδη καὶ τὴν τελευταίαν πληγὴν θανατηφόρον ἔχων ὑπολυθέντων τῶν μελῶν καταρρυεὶς ἀποθνήσκει.