Ancient Greek · ~3 min
Book 3, Chapter 19
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.19.6
Not analysed yet
βάψας τὸ ξίφος καὶ διαχρησάμενος. μεταβαλούσης δὲ τῆς τύχης ἐν ὀλίγῳ τά τε τῶν ἀγωνιζομένων ἔργα καὶ τὰ τῶν θεωμένων πάθη, καὶ Ῥωμαίων μὲν ἀναθαρρησάντων ἐκ τῆς πρότερον κατηφείας, Ἀλβανῶν δὲ ἀφῃρημένων τὸ χαῖρον, ἑτέρα πάλιν ἀντιπνεύσασα τοῖς τῶν Ῥωμαίων κατορθώμασι τύχη τούτων μὲν ἐταπείνωσε τὰς ἐλπίδας, τὰ δὲ τῶν πολεμίων φρονήματα ἐπῆρεν. τοῦ γὰρ Ἀλβανοῦ πεσόντος ὁ τὴν πλησίον αὐτοῦ ἔχων στάσιν ἀδελφὸς συμπλέκεται τῷ καταβαλόντι, καὶ τυγχάνουσιν ἀμφότεροι κατὰ τὸν αὐτὸν χρόνον πληγὰς ἐξαισίους ἐξενέγκαντες κατʼ ἀλλήλων, ὁ μὲν Ἀλβανὸς τοῦ Ῥωμαίου κατὰ τοῦ μεταφρένου καὶ μέχρι τῶν σπλάγχνων βάψας τὸ ξίφος, ὁ δὲ Ῥωμαῖος ὑπελθὼν τὴν προβολὴν τοῦ πολεμίου καὶ τῶν ἰγνυῶν τὴν ἑτέραν ὑποτεμών.