# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.21.6

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 3, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.21.6

κἀκεῖνος ὑπολαβών, φιλοῦντος, ἔφη, τὴν πατρίδα πολίτου καὶ τοὺς κακῶς αὐτῇ βουλομένους κολάζοντος, ἐάν τε ἀλλότριοι τύχωσιν αὐτῆς ὄντες, ἐάν τε οἰκεῖοι· ἐν οἷς τίθεμαι καὶ σέ, ἥτις ἑνὶ καιρῷ τὰ μέγιστα ἀγαθῶν τε καὶ κακῶν συμβεβηκότα ἡμῖν ἐπιγνοῦσα τήν τε νίκην τῆς πατρίδος, ἣν ὁ σὸς ἀδελφὸς ἐγὼ πάρειμι κατάγων, καὶ τὸν θάνατον τῶν ἀδελφῶν οὐκ ἐπὶ τοῖς ἀγαθοῖς, ὦ μιαρὰ σύ, τοῖς κοινοῖς τῆς πατρίδος χαίρεις οὔτʼ ἐπὶ ταῖς συμφοραῖς ταῖς ἰδίαις τῆς οἰκίας ἀλγεῖς, ἀλλʼ ὑπεριδοῦσα τῶν σεαυτῆς ἀδελφῶν τὸν τοῦ μνηστῆρος ἀνακλαίεις μόρον, οὐδʼ ὑπὸ τοῦ σκότους ἀποφθαρεῖσά που κατὰ μόνας, ἀλλʼ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς, καί μοι τὴν ἀρετὴν καὶ τοὺς στεφάνους ὀνειδίζεις, ὦ ψευδοπάρθενε καὶ μισάδελφε καὶ ἀναξία τῶν προγόνων. ἐπειδὴ τοίνυν οὐ τοὺς ἀδελφοὺς πενθεῖς, ἀλλὰ τοὺς ἀνεψιούς, καὶ τὸ μὲν σῶμα ἐν τοῖς ζῶσιν ἔχεις, τὴν δὲ ψυχὴν παρὰ τῷ νεκρῷ, ἄπιθι πρὸς ἐκεῖνον ὃν ἀνακαλῇ καὶ μήτε τὸν πατέρα μήτε τοὺς ἀδελφοὺς

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
