Ancient Greek · ~1 min
Book 3, Chapter 22
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.22.1
Not analysed yet
μετὰ δὲ τὴν μάχην τῶν τριδύμων Ῥωμαῖοι μὲν οἱ τότε ὄντες ἐπὶ στρατοπέδου ταφὰς ποιησάμενοι λαμπρὰς τῶν ἀποθανόντων ἐν οἷς ἔπεσον χωρίοις καὶ θύσαντες τἀπινίκια τοῖς θεοῖς ἐν εὐπαθείαις ἦσαν, Ἀλβανοὶ δὲ ἀχθόμενοι τοῖς συμβεβηκόσι καὶ τὸν ἡγεμόνα διʼ αἰτίας ἔχοντες, ὡς κακῶς ἐστρατηγηκότα, ἄσιτοί τε οἱ πολλοὶ καὶ ἀθεράπευτοι τὴν ἑσπέραν ἐκείνην διετέλεσαν.