Ancient Greek · ~2 min
Book 3, Chapter 22
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.22.3
Not analysed yet
καταγαγόντι δὲ αὐτῷ τὸν ψηφισθέντα ὑπὸ τῆς βουλῆς θρίαμβον καὶ τὰ πολιτικὰ πράττειν ἀρξαμένῳ προσέρχονται τῶν πολιτῶν ἄνδρες οὐκ ἀφανεῖς τὸν Ὁράτιον ἄγοντες ὑπὸ δίκην, ὡς οὐ καθαρὸν αἵματος ἐμφυλίου διὰ τὸν τῆς ἀδελφῆς φόνον· καὶ καταστάντες μακρὰν διεξῆλθον δημηγορίαν τοὺς νόμους παρεχόμενοι τοὺς οὐκ ἐῶντας ἄκριτον ἀποκτείνειν οὐθένα καὶ τὰ παρὰ τῶν θεῶν ἁπάντων μηνίματα ταῖς μὴ κολαζούσαις πόλεσι τοὺς ἐναγεῖς διεξιόντες.