Ancient Greek · ~2 min
Book 3, Chapter 23
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.23.1
Not analysed yet
ὁ δὲ Ῥωμαίων βασιλεὺς ἐνιαύσιον διαλιπὼν χρόνον, ἐν ᾧ πάντα τὰ πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευάσατο, στρατὸν ἐξάγειν ἐπὶ τὴν Φιδηναίων πόλιν ἔγνω προφάσεις τοῦ πολέμου ποιησάμενος, ὅτι κληθέντες εἰς ἀπολογίαν περὶ τῆς ἐπιβουλῆς, ἣν συνεστήσαντο κατὰ Ῥωμαίων τε καὶ Ἀλβανῶν, οὐχ ὑπήκουσαν, ἀλλʼ εὐθὺς ἀναλαβόντες τὰ ὅπλα καὶ τὰς πύλας κλείσαντες Οὐιεντανῶν τε συμμαχίαν ἐπαγόμενοι ἐκ τοῦ φανεροῦ ἀφειστήκεσαν καὶ τοῖς παραγενομένοις ἐκ Ῥώμης πρεσβευταῖς πυνθανομένοις τὴν αἰτίαν τῆς ἀποστάσεως ἀπεκρίναντο μηδὲν αὐτοῖς ἔτι πρᾶγμα πρὸς τὴν Ῥωμαίων πόλιν εἶναι κοινόν, ἐξ οὗ Ῥωμύλος ὁ βασιλεὺς αὐτῶν ἐτελεύτησε,