# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.23.11-13

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 3.23.11 to 3.23.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.23.11

πρὸς δὲ τούτοις οὐκ ἀξιομάχῳ οὔσῃ τῇ οἰκείᾳ δυνάμει πρὸς ἅπασαν τὴν Ῥωμαίων τε καὶ τῶν συμμάχων ἰσχὺν ἀντιταχθῆναι Φιδηναίων τε καὶ Οὐιεντανῶν τοσαύτην οὖσαν ὅσην ὁρᾶτε προσειλήφαμέν τε, καὶ ὡς ἂν μάλιστα θάρσος τινὶ συμμαχίας βεβαίου τὸ ἐπικουρικὸν παράσχοι προσγενόμενον οὕτω παρεσκεύασταί μοι. οὐ γὰρ ἐν τῇ ἡμετέρᾳ γῇ Φιδηναῖοι τὸν ἀγῶνα ἀράμενοι, τῆς δὲ αὑτῶν προκινδυνεύοντες ἐν τῷ αὐτῷ καὶ τὴν ἡμετέραν φυλάξουσιν. ὃ δὲ πάντων μέν ἐστιν ἥδιστον ἀνθρώποις, σπανίως δέ τισιν ἐκ τοῦ παρελθόντος αἰῶνος ἐξεγένετο, καὶ τοῦθʼ ἡμῖν ὑπάρξει· εὖ πάσχοντες ὑπὸ τῶν συμμάχων εὖ δρᾶν ἐκείνους αὐτοὶ δόξομεν. καὶ ἐὰν ἡμῖν κατὰ νοῦν χωρήσῃ τὸ ἔργον, ὥσπερ τὸ εἰκὸς ἔχει, Φιδηναῖοί τε καὶ Οὐιεντανοὶ βαρείας ἀπαλλάξαντες ἡμᾶς ὑποταγῆς ὡς ὑφʼ ἡμῶν τοῦτο πεπονθότες αὐτοὶ χάριν ἡμῖν εἴσονται. ταῦτα μέν ἐστιν ἃ διὰ πολλῆς φροντίδος παρασκευασθέντα ἱκανὰ εἶναι δοκεῖ μοι θάρσος τε καὶ προθυμίαν τῆς ἀποστάσεως ὑμῖν παρασχεῖν.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
