Ancient Greek · ~2 min
Book 3, Chapter 23
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.23.17
Not analysed yet
ἐὰν δʼ ἄρα τἀναντία τῶν λελογισμένων γινόμενα ὁρῶ ʽλεγέσθω γὰρ καὶ τὰ παρὰ τὰς ἀνθρωπίνας δόξας εἰωθότα ἀπαντᾶν, ἐπειδὴ πολλὰ καὶ τὰ μὴ εἰκότα οἱ βίοι φέρουσἰ τἀναντία καὶ αὐτὸς ὧν προὐθέμην ἐπιχειρήσω ποιεῖν. ἄξω γὰρ ὑμᾶς ἐπὶ τοὺς πολεμίους ἅμα Ῥωμαίοις καὶ συλλήψομαι αὐτοῖς τῆς νίκης τήν τε κατάληψιν τῶν ὑψηλῶν πεποιῆσθαι σκήψομαι τῆς κυκλώσεως τῶν ἀντιτεταγμένων ἕνεκα. γενήσεται δέ μου πιστὸς ὁ λόγος ἔργα ὁμολογούμενα τῇ σκήψει παρεσχημένου, ὥσθʼ ἡμᾶς τῶν μὲν δεινῶν μηδετέροις κοινωνῆσαι, τῆς δʼ ἀμείνονος τύχης παρʼ ἀμφοτέρων μεταλαβεῖν.