Ancient Greek · ~1 min
Book 3, Chapter 23
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.23.4
Not analysed yet
διαπρεσβευσάμενος γὰρ κρύφα πρὸς τοὺς Ῥωμαίων πολεμίους ἐνδοιαστῶς ἔτι πρὸς τὴν ἀπόστασιν ἔχοντας ἐπῆρεν αὐτοὺς μὴ κατοκνεῖν, ὡς αὐτὸς συνεπιθησόμενος Ῥωμαίοις ἐν τῷ ἀγῶνι, καὶ ταῦτα πράττων τε καὶ διανοούμενος ἅπαντας ἐλάνθανε. Τύλλος δʼ ἐπειδὴ παρεσκευάσατο τήν τʼ οἰκείαν καὶ τὴν συμμαχικὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους καὶ διαβὰς τὸν Ἀνίητα ποταμὸν οὐ μακρὰν τῆς