Ancient Greek · ~2 min
3.24.1 to 3.24.2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.24.1-2
Not analysed yet
ἐπαινεσάντων δὲ τὴν γνώμην τῶν παρόντων καὶ πάντα ὑποσχομένων ποιήσειν ὅρκοις ἕκαστον αὐτῶν καταλαβὼν διέλυσε τὸν σύλλογον. τῇ δʼ ἑξῆς ἡμέρᾳ προῄεσαν μὲν ἐκ τοῦ χάρακος αἱ Φιδηναίων τε καὶ συμμάχων δυνάμεις ἅμα τῷ τὸν ἥλιον ἀνασχεῖν καὶ παρετάσσοντο ὡς εἰς μάχην, ἀντεπεξῄεσαν δὲ οἱ Ῥωμαῖοι καὶ καθίσταντο εἰς τάξιν. τὸ μὲν οὖν ἀριστερὸν κέρας αὐτὸς ὁ Τύλλος καὶ οἱ Ῥωμαῖοι κατεῖχον ἐναντίοι Οὐιεντανοῖς ʽοὗτοι γὰρ τὸ δεξιὸν τῶν πολεμίων κατεῖχον κέρασʼ, ἐπὶ δὲ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος ὁ Μέττιος καὶ οἱ Ἀλβανοὶ κατὰ Φιδηναίους παρὰ τὴν λαγόνα τοῦ ὄρους ἐτάξαντο.