Ancient Greek · ~1 min
Book 3, Chapter 24
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.24.5
Not analysed yet
ἔνθα δὴ σοφίᾳ λέγεται χρήσασθαι ὁ Τύλλος οὐδὲν ἐπιταραχθεὶς τὴν διάνοιαν ὑπὸ τοσούτου τε καὶ οὕτως ἀπροσδοκήτου φανέντος κακοῦ, διʼ ἣν οὐ μόνον ἔσωσε τὴν Ῥωμαίων στρατιὰν εἰς προὖπτον κατακεκλειμένην ὄλεθρον, ἀλλὰ καὶ τὰ τῶν πολεμίων πράγματα σύμπαντα συνέτριψέ τε καὶ διέφθειρεν. ὡς γὰρ ἤκουσε τοῦ ἀγγέλου μεγάλῃ φωνῇ χρώμενος, ὥστε καὶ τοὺς πολεμίους ἀκούειν,