Ancient Greek · ~4 min
3.25.3 to 3.25.5
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.25.3-5
Not analysed yet
οὐ γὰρ ἐνέκλινον οἱ τῇδε τεταγμένοι Οὐιεντανοὶ τὴν ἔφοδον ὑπὸ τῆς Ῥωμαῖκῆς ἵππου καταπλαγέντες, ἀλλʼ ἀντεῖχον ἄχρι πολλοῦ. ἔπειτα μαθόντες ὅτι τὸ εὐώνυμον σφῶν ἥττηται καὶ πᾶσα ἡ Φιδηναίων τε καὶ τῶν ἄλλων συμμάχων στρατιὰ φεύγει προτροπάδην, δείσαντες μὴ κυκλωθῶσιν ὑπὸ τῶν ἀναστραφέντων ἐκ τοῦ διωγμοῦ τρέπονται καὶ αὐτοὶ λύσαντες τὰς τάξεις καὶ διὰ τοῦ ποταμοῦ σώζειν ἑαυτοὺς ἐπειρῶντο. ὅσοι μὲν οὖν ἐρρωμενέστατοί τε αὐτῶν ἦσαν καὶ ἥκιστα ὑπὸ τραυμάτων βαρυνόμενοι νεῖν τε οὐκ ἀδύνατοι δίχα τῶν ὅπλων τὸ ῥεῖθρον διεπεραιοῦντο, ὅσοι δὲ τούτων τινὸς ἐνέλιπον ἐν ταῖς δίναις ἀπέθνησκον· ὀξὺ γὰρ τοῦ Τεβέριος περὶ τὴν Φιδήνην καὶ σκολιὸν τὸ ῥεῦμα. ὁ δὲ Τύλλος μοίρᾳ τινὶ τῶν ἱππέων κελεύσας τοὺς ἐπὶ τὸν ποταμὸν ὠθουμένους κτείνειν, αὐτὸς ἐπὶ τὸ στρατόπεδον τῶν Οὐιεντανῶν τὴν ἄλλην δύναμιν ἄγων ἐξ ἐφόδου γίνεται κύριος αὐτοῦ· καὶ τὰ μὲν Ῥωμαίων πράγματα παραδόξου τυχόντα σωτηρίας ἐν τούτοις ἦν.