Ancient Greek · ~3 min
3.26.3 to 3.26.4
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.26.3-4
Not analysed yet
κἀκεῖνος ὡς θάτερον ὧν ἤλπισε διαπεπραγμένος καὶ λεληθὼς τὸν Τύλλον ἔχαιρέ τε καὶ μέχρι πολλοῦ καθιππεύων τὰ πεδία τοὺς καταλαμβανομένους διέφθειρεν, ἤδη δὲ δεδυκότος ἡλίου τοὺς ἱππέας ἧκεν ἄγων ἐπὶ τὸ στρατόπεδον τὸ Ῥωμαϊκὸν ἐκ τοῦ διωγμοῦ καὶ τὴν ἐπελθοῦσαν νύκτα ἐν εὐπαθείαις ἅμα τοῖς ἑταίροις ἦν. ὁ δὲ Τύλλος ἐν τῷ Οὐιεντανῶν χάρακι μείνας ἄχρι πρώτης φυλακῆς καὶ τοὺς ἐπιφανεστάτους τῶν αἰχμαλώτων ἀνακρίνας, τίνες ἦσαν οἱ τῆς ἀποστάσεως ἡγεμόνες, ὡς ἔμαθε καὶ τὸν Ἀλβανὸν Μέττιον Φουφέττιον ἐν τοῖς συνομοσαμένοις ὑπάρχοντα, δόξας συνᾴδειν τὰ πραχθέντα ὑπʼ αὐτοῦ τοῖς μηνυομένοις ὑπὸ τῶν αἰχμαλώτων ἀναβὰς ἐπὶ τὸν ἵππον καὶ τοὺς πιστοτάτους τῶν ἑταίρων παραλαβὼν πρὸς τὴν πόλιν ἀφιππεύει·