# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.28.1-2

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 3.28.1 to 3.28.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.28.1

ἄνδρες Ῥωμαῖοί τε καὶ ἄλλοι φίλοι καὶ σύμμαχοι, τοὺς μὲν ἐκ τοῦ φανεροῦ τολμήσαντας εἰς πόλεμον ἡμῖν καταστῆναι Φιδηναίους καὶ τοὺς συμμάχους αὐτῶν ἐτιμωρησάμεθα σὺν θεοῖς, καὶ δυεῖν θάτερον ἢ παύσονται τὸ λοιπὸν ἐνοχλοῦντες ἡμῖν ἢ δίκας τίσουσιν ἔτι τούτων χείρονας. ἀπαιτεῖ δὲ ὁ καιρός, ἐπεὶ τὰ πρῶτα ἡμῖν κατʼ εὐχὴν κεχώρηκε, καὶ τοὺς ἄλλους τιμωρήσασθαι πολεμίους, ὅσοι φίλων μὲν ἔχουσιν ὀνόματα καὶ παρελήφθησαν εἰς τόνδε τὸν πόλεμον ὡς κακῶς τοὺς κοινοὺς ἐχθροὺς μεθʼ ἡμῶν ποιήσοντες, ἐγκατέλιπον δὲ τὸ πρὸς ἡμᾶς πιστὸν καὶ μετὰ τῶν πολεμίων ἀπορρήτους ποιησάμενοι συνθήκας διαφθεῖραι πάντας ἡμᾶς ἐπεβάλοντο.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
