Ancient Greek · ~1 min
Book 3, Chapter 29
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.29.5
Not analysed yet
μνησικακεῖν, ὅπερ καὶ ἐν τῷ παρόντι γέγονεν. ἴστε δὴ ταῦτα δεδογμένα Ῥωμαίοις τῇ παρελθούσῃ νυκτὶ συναγαγόντος ἐμοῦ τὴν βουλὴν καὶ τὰ δόξαντα τοῖς συνέδροις γραψαμένου, τὴν μὲν πόλιν ὑμῶν καθαιρεθῆναι καὶ μήτε τῶν δημοσίων μήτε τῶν ἰδιωτικῶν κατασκευασμάτων ὀρθόν τι ἐᾶσαι διαμένειν μηθὲν ἔξω τῶν ἱερῶν·