Ancient Greek · ~1 min
Book 3, Chapter 3
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.3.6
Not analysed yet
ταῦτα παρὰ τῶν πρεσβευτῶν ἀφικομένων εἰς Ῥώμην ἀκούσας ὁ Τύλλος, τότε τοὺς Ἀλβανοὺς προσάγειν ἐκέλευσε καὶ περὶ ὧν ἥκουσι λέγειν. ἀπαγγειλάντων δʼ αὐτῶν ὅσα προσέταξεν ὁ Κλοίλιος καὶ τὸν πόλεμον ἀπειλούντων εἰ μὴ τεύξονται τῆς δίκης, Ἐγὼ πρότερος ὑμῶν, ἔφη, τοῦτο πεποίηκα καὶ μηδὲν εὑρόμενος ὧν ἐκέλευον αἱ συνθῆκαι. . . τὸν ἀναγκαῖόν τε καὶ δίκαιον Ἀλβανοῖς παραγγέλλω πόλεμον.