# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.30.3-7

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 3.30.3 to 3.30.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.30.3

περιφόβων δὲ γενομένων ἁπάντων ἀναστὰς πάλιν ὁ Τύλλος εἶπεν· οὐδὲν ἔτι ἔξεστιν ὑμῖν νεωτερίζειν οὐδʼ ἐξαμαρτάνειν, ἄνδρες Ἀλβανοί. ὑμεῖς γὰρ ἂν παρακινεῖν τι τολμήσητε, πάντες ἀπολεῖσθε ὑπὸ τούτων· δείξας τοὺς ἔχοντας τὰ ξίφη. δέχεσθε οὖν τὰ διδόμενα καὶ γίνεσθε ἀπὸ τοῦ χρόνου τοῦδε Ῥωμαῖοι. δυεῖν γὰρ ἀνάγκη θάτερον ὑμᾶς ποιεῖν ἢ Ῥώμην κατοικεῖν ἢ μηδεμίαν ἑτέραν γῆν ἔχειν πατρίδα. οἴχεται γὰρ ἕωθεν ἐκπεμφθεὶς ὑπʼ ἐμοῦ Μάρκος Ὁράτιος ἀναιρήσων τὴν πόλιν ὑμῶν ἐκ θεμελίων καὶ τοὺς ἀνθρώπους ἅπαντας εἰς Ῥώμην μετάξων. ταῦτα οὖν εἰδότες ὅσον οὔπω γενησόμενα παύσασθε θανατῶντες καὶ ποιεῖτε τὰ κελευόμενα. Μέττιον δὲ Φουφέττιον ἀφανῶς τε ἡμῖν ἐπιβουλεύσαντα καὶ οὐδὲ νῦν ὀκνήσαντα ἐπὶ τὰ ὅπλα τοὺς ταραχώδεις καὶ στασιαστὰς καλεῖν τιμωρήσομαι τῆς κακῆς καὶ δολίου ψυχῆς ἀξίως. ταῦτα λέξαντος αὐτοῦ τὸ μὲν ἐρεθιζόμενον τῆς ἐκκλησίας μέρος ἔπτηξεν, οἷα δὴ κρατούμενον ἀνάγκῃ ἀφύκτῳ, τὸν δὲ Φουφέττιον ἀγανακτοῦντα ἔτι καὶ κεκραγότα μόνον τάς τε συνθήκας ἀνακαλούμενον, ἃς αὐτὸς ἐξηλέγχθη παρασπονδῶν, καὶ οὐδʼ ἐν κακοῖς τοῦ θράσους ὑφιέμενον οἱ ῥαβδοῦχοι κελεύσαντος τοῦ βασιλέως Τύλλου συλλαβόντες καὶ τὴν ἐσθῆτα περικαταρρήξαντες ἔξαινον τὸ σῶμα μάστιξι πάνυ πολλαῖς. ἐπεὶ δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, προσελάσαντες δύο συνωρίδας τῇ μὲν ἑτέρᾳ προσήρτων τοὺς βραχίονας αὐτοῦ, τῇ δʼ ἑτέρᾳ τοὺς πόδας ῥυτῆρσι κατεχομένους μακροῖς· ἐλαυνόντων δὲ τῶν ἡνιόχων τὰς συνωρίδας ἀπʼ ἀλλήλων ξαινόμενός τε περὶ τῇ γῇ καὶ ἀνθελκόμενος ὑφʼ ἑκατέρας ἐπὶ τἀναντία ὁ δείλαιος ἐν ὀλίγῳ διασπᾶται χρόνῳ. Μέττιος μὲν δὴ Φουφέττιος οὕτως οἰκτρᾶς καὶ ἀσχήμονος τελευτῆς ἔτυχε, τοῖς δʼ ἑταίροις αὐτοῦ καὶ συνειδόσι τὴν προδοσίαν δικαστήρια ὁ βασιλεὺς καθίσας τοὺς ἁλόντας ἐξ αὐτῶν κατὰ τὸν τῶν λειποτακτῶν τε καὶ προδοτῶν νόμον ἀπέκτεινεν.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
