Ancient Greek · ~3 min
3.31.1 to 3.31.3
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.31.1-3
Not analysed yet
ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, Μάρκος Ὁράτιος ὁ προαπεσταλμένος μετὰ τῶν ἐπιλέκτων ἐπὶ τὴν καθαίρεσιν τῆς Ἄλβας ταχέως διανύσας τὴν ὁδὸν καὶ καταλαβὼν πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον εὐπετῶς γίνεται τῆς πόλεως κύριος. συναγαγὼν δὲ τὸ πλῆθος εἰς ἐκκλησίαν τά τε πραχθέντα κατὰ τὴν μάχην ἅπαντα ἐδήλωσεν αὐτοῖς καὶ το ψήφισμα τῆς Ῥωμαίων βουλῆς διεξῆλθεν. ἀντιβολούντων δὲ τῶν ἀνθρώπων καὶ χρόνον εἰς πρεσβείαν αἰτουμένων οὐδεμίαν ἀναβολὴν ποιησάμενος τὰς μὲν οἰκίας καὶ τὰ τείχη καὶ εἴ τι ἄλλο κατασκεύασμα ἰδιωτικὸν ἢ δημόσιον ἦν κατέσκαπτε, τοὺς δὲ ἀνθρώπους μετὰ πολλῆς φροντίδος παρέπεμπεν εἰς Ῥώμην ἄγοντάς τε τὰ ἑαυτῶν χρήματα καὶ φέροντας· οὓς ὁ Τύλλος ἀφικόμενος ἀπὸ στρατοπέδου ταῖς Ῥωμαίων φυλαῖς καὶ φράτραις ἐπιδιεῖλεν οἰκήσεις τε συγκατεσκεύασεν ἐν οἷς αὐτοὶ προῃροῦντο τῆς πόλεως τόποις καὶ τῆς δημοσίας γῆς τὴν ἀρκοῦσαν τοῖς θητεύουσιν ἐξ αὐτῶν ἀπεμέριζε ταῖς τε ἄλλαις