Ancient Greek · ~2 min
Book 3, Chapter 33
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.33.4
Not analysed yet
συνῆκτο δὲ καὶ τοῖς Σαβίνοις ἤδη τὸ στράτευμα, καὶ ἐπειδὴ πλησίον ἀλλήλων ἐγένοντο περὶ τὴν καλουμένην ὕλην κακοῦργον ὀλίγον τὸ μεταξὺ χωρίον ἀφέντες κατεστρατοπεδεύσαντο. τῇ δʼ ἑξῆς ἡμέρᾳ συμπεσόντες ἐμάχοντο καὶ ἦσαν ἰσόρροποι μέχρι πολλοῦ· ἤδη δὲ περὶ δείλην ὀψίαν ἐγκλίνουσιν οἱ Σαβῖνοι βιασθέντες ὑπὸ τοῦ Ῥωμαίων ἱππικοῦ καὶ πολὺς αὐτῶν γίνεται φόνος ἐν τῇ φυγῇ, Ῥωμαῖοι δὲ νεκρούς τε τῶν πολεμίων σκυλεύσαντες καὶ χρήματα ὅσα ἦν ἐν τῷ χάρακι διαρπάσαντες τῆς τε χώρας τὴν κρατίστην λεηλατήσαντες ἀπῄεσαν ἐπʼ οἴκου. τοῦτο τὸ τέλος ἔλαβεν ὁ συμβὰς Ῥωμαίοις πρὸς Σαβίνους πόλεμος ἐπὶ τῆς Τύλλου ἀρχῆς.