Ancient Greek · ~2 min
Book 3, Chapter 34
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.34.4
Not analysed yet
διὰ ταύτας μὲν δὴ τὰς αἰτίας συνέστη Ῥωμαίοις ὁ πρὸς τοὺς ὁμοεθνεῖς πόλεμος, προὔβη δὲ ἄχρι πενταετοῦς χρόνου πολιτικός τις γενόμενος καὶ ἀρχαϊκός. οὔτε γὰρ ἐκ παρατάξεως ὅλοις τοῖς στρατεύμασι πρὸς ὅλα συμβάλλουσι μεγάλη συμφορὰ καὶ φθόρος ὁλοσχερὴς συνέβη οὔτε πόλις αὐτῶν οὐδεμία πολέμῳ κρατηθεῖσα κατασκαφῆς ἢ ἀνδραποδισμοῦ ἢ ἄλλης τινὸς ἀνηκέστου συμφορᾶς ἐπειράθη· ἀλλʼ ἐμβαλόντες εἰς τὴν ἀλλήλων γῆν ὑπὸ τὴν ἀκμὴν τοῦ σίτου καὶ προνομεύσαντες ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις διαμειβόμενοι τοὺς αἰχμαλώτους.