Ancient Greek
Book 3, Chapter 38
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.38.1
Not analysed yet
τῷ δʼ ἑξῆς ἐνιαυτῷ Λατίνων εἰς ἔρημον τὸ Πολιτώριον ἐποίκους ἀποστειλάντων καὶ τὴν τῶν Πολιτωρίνων χώραν ἐπεργαζομένων ἀναλαβὼν τὴν δύναμιν ὁ Μάρκιος ἦγεν ἐπʼ αὐτούς. προελθόντων δὲ τοῦ τείχους τῶν Λατίνων καὶ παραταξαμένων νικήσας αὐτοὺς παραλαμβάνει τὴν πόλιν τὸ δεύτερον. ἐμπρήσας δὲ τὰς οἰκίας καὶ τὸ τεῖχος κατασκάψας, ἵνα μηθὲν αὖθις ὁρμητήριον ἔχοιεν οἱ πολέμιοι μηδʼ ἐργάζοιντο τὴν γῆν, ἀπῆγε τὴν στρατιάν.