# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.38.3-4

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 3.38.3 to 3.38.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.38.3

Μεδυλλίαν τε τριετῆ χρόνον ὑπὸ τοῖς Λατίνοις γενομένην τῷ τετάρτῳ κομίζεται πάλιν ἐνιαυτῷ πολλαῖς καὶ μεγάλαις παραστησάμενος μάχαις. καὶ μετʼ οὐ πολὺ τὴν Φικαναίων αἱρεῖ πόλιν, ἣν τρίτῳ πρότερον ἐνιαυτῷ λαβὼν καθʼ ὁμολογίας καὶ τοὺς ἐξ αὐτῆς ἅπαντας εἰς Ῥώμην μεταγαγών, ἄλλο δὲ τῆς πόλεως οὐδὲν κακώσας, ἐπιεικέστερον μᾶλλον ἢ φρονιμώτερον ἔδοξε βουλεύεσθαι. ἀποίκους γὰρ ἀποστείλαντες εἰς αὐτὴν οἱ Λατῖνοι καὶ τὴν χώραν αὐτῶν διακατέχοντες αὐτοὶ τὴν τῶν Φικαναίων ἐκαρποῦντο, ὥστε ἠναγκάσθη πάλιν ὁ Μάρκιος τὸ δεύτερον ἐπὶ τὴν πόλιν στρατεῦσαι καὶ μετὰ πολλῆς πραγματείας κύριος αὐτῆς καταστὰς ἐμπρῆσαί τε τὰς οἰκίας καὶ τὰ τείχη κατασκάψαι.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
