# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.4.1

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 3, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.4.1

μετὰ δὲ τὰς προφάσεις ταύτας παρεσκευάζοντο ἀμφότεροι τὰ πρὸς τὸν πόλεμον, οὐ μόνον τὰς οἰκείας καθοπλίζοντες δυνάμεις, ἀλλὰ καὶ τὰς παρὰ τῶν ὑπηκόων ἐπικαλούμενοι· ὡς δὲ πάντα ἦν αὐτοῖς εὐτρεπῆ συνῄεσαν ὁμόσε καὶ καταστρατοπεδεύονται τετταράκοντα τῆς Ῥώμης σταδίους ἀποσχόντες· οἱ μὲν Ἀλβανοὶ περὶ τὰς καλουμένας Κλοιλίας τάφρους ʽφυλάττουσι γὰρ ἔτι τὴν τοῦ κατασκευάσαντος αὐτὰς ἐπίκλησινʼ Ῥωμαῖοι δὲ ὀλίγον ἐνδοτέρω τὸν ἐπιτηδειότατον εἰς στρατοπεδείαν τόπον ἐκλεξάμενοι.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
