Ancient Greek · ~4 min
3.40.1 to 3.40.3
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.40.1-3
Not analysed yet
μαθὼν δὲ τὴν διάνοιαν αὐτῶν ὁ Μάρκιος ὑπονόμους ὤρυττεν ἀπὸ τῆς ἰδίας παρεμβολῆς ἀρξάμενος ὑπὸ τὰ τείχη τῆς πόλεως, καὶ ἐπειδὴ τέλος εἶχεν ἤδη τὸ ἔργον, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τὴν πόλιν, μηχανάς τε πολλὰς καὶ κλίμακας καὶ τἆλλα πρὸς τειχομαχίαν κατεσκευασμένα ἐπαγόμενος, οὐ καθʼ ὃν αἱ διώρυγες ἐγίνοντο τοῦ τείχους τόπον, ἀλλὰ καθʼ ἕτερον. τῶν δὲ Φιδηναίων ἐπὶ τὰ πολιορκούμενα μέρη τῆς πόλεως συνδραμόντων ἀθρόων καὶ τὰς προσβολὰς γενναίως ἀποτριβομένων ἀναστομώσαντες τὰ πέρατα τῶν ὑπονόμων οἱ ταχθέντες ἐπὶ τούτῳ Ῥωμαῖοι ἐντὸς ἐγεγόνεσαν τοῦ περιβόλου καὶ τοὺς ὁμόσε χωροῦντας διαφθείραντες ἀνοίγουσι τοῖς πολιορκοῦσι τὰς πύλας. πολλῶν δʼ ἐν τῇ καταλήψει τῆς πόλεως ἀπολλυμένων τοὺς λοιποὺς τῶν Φιδηναίων ὅπλα τε παραδοῦναι κελεύσας ὁ Μάρκιος καὶ εἰς ἕνα τόπον τῆς πόλεως ἅπαντας προκηρύξας συνελθεῖν, ὀλίγους ἐξ αὐτῶν τοὺς αἰτίους τῆς ἀποστάσεως μάστιξιν αἰκισάμενος ἀπέκτεινεν, οἰκίας δʼ ἁπάντων διαρπάσαι τοῖς στρατιώταις ἐπιτρέψας καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἀξιόχρεων ἀπῆγε τὴν δύναμιν ἐπὶ Σαβίνους.