# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.42.2-4

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, 3.42.2 to 3.42.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.42.2

οὐ μὴν ἐξεγένετό γε αὐτοῖς οὔτε τὰς ὠφελείας ἀπἄγειν οὔτʼ αὐτοῖς ἀθώοις ἀπελθεῖν, ἀλλʼ ἐκβοηθήσας κατὰ σπουδὴν ὁ τῶν Ῥωμαίων βασιλεὺς καὶ πλησίον τῆς ἐκείνων παρεμβολῆς θέμενος τὸν χάρακα προελθεῖν αὐτοὺς ἠνάγκασεν εἰς μάχην. ἐγένετο μὲν οὖν μέγας ἀγὼν καὶ πολλοὶ παρʼ ἀμφοτέρων ἔπεσον, ἐκράτησαν δὲ Ῥωμαῖοι κατὰ τὸ ἔμπειρόν τε καὶ φιλόπονον, ὧν ἐθάδες ἦσαν ἐκ πλείστου, καὶ περιεγένοντο παρὰ πολὺ τῶν Σαβίνων τοῖς τε φεύγουσιν αὐτῶν ἐπὶ τὸν χάρακα σποράσι καὶ ἀσυντάκτοις ἐκποδὸς ἑπόμενοι πολὺν ἐποίουν φόνον. κρατήσαντες δὲ καὶ τῆς παρεμβολῆς αὐτῶν παντοδαπῶν χρημάτων γεμούσης καὶ τοὺς αἰχμαλώτους, οὓς ἔλαβον οἱ Σαβῖνοι κατὰ τὰς προνομάς, ἀπολαβόντες ἀπῄεσαν ἐπʼ οἴκου. αἱ μὲν δὴ πολεμικαὶ πράξεις τοῦδε τοῦ βασιλέως αἱ μνήμης καὶ λόγου παρὰ Ῥωμαίοις τυγχάνουσαι τοιαίδε τινὲς λέγονται γενέσθαι· πολιτικαὶ δὲ ἃς ἔρχομαι λέξων.

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
