Ancient Greek · ~2 min
Book 3, Chapter 46
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.46.3
Not analysed yet
Κορίνθιός τις ἀνὴρ ὄνομα Δημάρατος ἐκ τῆς Βακχιαδῶν συγγενείας ἐμπορεύεσθαι προελόμενος ἐπέπλευσεν εἰς τὴν Ἰταλίαν ὁλκάδα τε οἰκείαν ἀνάγων καὶ φόρτον ἴδιον. ἐξεμπολήσας δὲ τὸν φόρτον ἐν ταῖς Τυρρηνῶν πόλεσιν εὐδαιμονούσαις μάλιστα τῶν ἐν Ἰταλίᾳ τότε καὶ μεγάλα κέρδη περιβαλόμενος ἐκεῖθεν οὐκέτι εἰς ἄλλους ἐβούλετο κατάγεσθαι λιμένας, ἀλλὰ τὴν αὐτὴν εἰργάζετο συνεχῶς θάλατταν Ἑλληνικόν τε φόρτον εἰς Τυρρηνοὺς κομίζων καὶ Τυρρηνικὸν εἰς τὴν Ἑλλάδα φέρων καὶ γίνεται πάνυ πολλῶν χρημάτων κύριος.