Ancient Greek · ~3 min
3.47.3 to 3.47.4
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.47.3-4
Not analysed yet
ὡς δὲ κατὰ τὸ καλούμενον Ἰανίκολον ἦσαν, ὅθεν ἡ Ῥώμη τοῖς ἀπὸ Τυρρηνίας ἐρχομένοις πρῶτον ἀφορᾶται, καταπτὰς ἀετὸς ἄφνω καὶ τὸν πῖλον αὐτοῦ τὸν ἐπὶ τῆς κεφαλῆς κείμενον ἁρπάσας, ἀνέπτη πάλιν ἄνω κατὰ τὴν ἐγκύκλιον αἰώραν φερόμενος καὶ εἰς τὸ βάθος τοῦ περιέχοντος ἀέρος ἀπέκρυψεν· ἔπειτʼ ἐξαίφνης ἐπιτίθησι τῷ Λοκόμωνι τὸν πῖλον ἐπὶ τὴν κεφαλὴν ἁρμόσας ὡς πρότερον ἥρμοστο. θαυμαστοῦ δὲ καὶ παραδόξου πᾶσι τοῦ σημείου φανέντος ἡ γυνὴ τοῦ Λοκόμωνος ὄνομα Τανακύλλα ἐμπειρίαν ἱκανὴν ἐκ πατέρων ἔχουσα τῆς Τυρρηνικῆς οἰωνοσκοπίας, λαβοῦσα μόνον αὐτὸν ἀπὸ τῶν συνόντων ἠσπάσατό τε καὶ ἀγαθῶν ἐλπίδων ἐνέπλησεν ὡς ἐξ ἰδιωτικῆς τύχης εἰς ἐξουσίαν βασιλικὴν ἐλευσόμενον. σκοπεῖν μέντοι συνεβούλευεν ὅπως παρʼ ἑκόντων λήψεται Ῥωμαίων τὴν ἡγεμονίαν ἄξιον τῆς τιμῆς ταύτης ἑαυτὸν παρασχών.