# Ῥωμαϊκὴ Ἀρχαιολογία 3.48.2

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, Book 3, Chapter 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-2/3.48.2

ἀσμένως δὲ τοῦ βασιλέως αὐτὸν ὑποδεξαμένου καὶ καταχωρίσαντος ἅμα τοῖς συμπαροῦσιν αὐτῷ Τυρρηνῶν εἰς φυλήν τε καὶ φρατρίαν, οἰκίαν τε κατασκευάζεται τόπον διαλαχὼν τῆς πόλεως τὸν ἀρκοῦντα καὶ γῆς λαμβάνει κλῆρον. ἐπεὶ δὲ ταῦτα διῳκήσατο καὶ τῶν ἀστῶν εἷς ἐγεγόνει, μαθὼν ὅτι Ῥωμαίων ἑκάστῳ κοινόν τʼ ὄνομα κεῖται καὶ μετὰ τὸ κοινὸν ἕτερον, ὃ δὴ συγγενικὸν αὐτοῖς ἐστι καὶ πατρωνυμικόν, ἐξομοιοῦσθαι καὶ κατὰ τοῦτο αὐτοῖς βουλόμενος Λεύκιον μὲν ἀντὶ Λοκόμωνος ἑαυτῷ τίθεται τὸ κοινὸν ὄνομα, Ταρκύνιον δὲ τὸ συγγενικὸν ἐπὶ τῆς πόλεως ἐν ᾗ γενέσεώς τε καὶ τροφῆς ἔτυχε·

---

Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία, ed. Karl Jacoby. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg001.local001/.
