Ancient Greek · ~2 min
3.49.1 to 3.49.2
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 3.49.1-2
Not analysed yet
τοιοῦτος μὲν δή τις ὁ Ταρκύνιος ἦν καὶ διὰ ταύτας τὰς αἰτίας ζῶντός τε Μαρκίου πάντων ἐγένετο Ῥωμαίων ἐπιφανέστατος καὶ τελευτήσαντος ἐκείνου τῆς βασιλείας ὑπὸ πάντων ἄξιος ἐκρίθη. ἐπειδὴ δὲ παρέλαβε τὴν ἀρχήν, πρῶτον μὲν ἐπολέμησε τοῖς καλουμένοις Ἀπιολανοῖς πόλει τοῦ Λατίνων ἔθνους οὐκ ἀφανεῖ. οἱ γὰρ Ἀπιολανοὶ καὶ οἱ ἄλλοι σύμπαντες Λατῖνοι μετὰ τὸν Ἄγκου Μαρκίου θάνατον λελύσθαι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας οἰόμενοι λῃστείαις τε καὶ προνομαῖς τὴν Ῥωμαίων γῆν ἐπόρθουν· ἀνθʼ ὧν τιμωρήσασθαι βουλόμενος αὐτοὺς ὁ Ταρκύνιος ἐξεστράτευσε πολλῇ δυνάμει καὶ τῆς γῆς αὐτῶν τὴν κρατίστην ἐδῄωσεν·